Παρασκευή, 3 Απριλίου 2009

Φρεάντλους ἀνασκαφαί: Πρωτότυπα κείμενα: Μιθραϊκὴ «Λειτουργία».

Τὸ κατωτέρω δοκουμέντον ἀνεκάλυψα καὶ παρέχω πρὸς μελέτην καὶ σχολιασμόν, ἑρμηνευμένον καὶ ἐσχολιασμένον κατὰ τὰς ἡμετέρας ἐμπνεύσεις καὶ δυνάμεις...
«Ἡ Μιθραϊκὴ Λειτουργία»
Πάπυρος 574 τῆς Bibliotheque Nationale de Paris (475-834)
Πιθανῶς πρώιμος δ΄ αἰ. μ.Χ.


ΚΕΙΜΕΝΟΝ
(475)Ἴλαθί μοι, Πρόνοια καὶ ψυχή, τάδε γράφοντι τὰ [ἄ]πρατα, παραδοτὰ μυστήρια, μόνῳ δὲ τέκνῳ ἀθανασίαν ἀξιῶ, μύσται τῆς ἡμετέρας δυνάμεως ταύτης (χρὴ οὖν σε, ὦ θύγατερ, λαμβάνειν (480) χυλοὺς βοτανῶν καὶ εἰδῶν τῶν μ[ελ]λόντων σοι <μηνυθήσεσθαι> ἐν τῷ τέλει τοῦ ἱεροῦ μου συντάγματος), ἥν ὁ μέγας θεὸς Ἥλιος Μίθρας ἐκέλευσέν μοι μεταδοθῆναι ὑπὸ τοῦ ἀρχαγγέλου αὐτοῦ, ὅπως ἐγὼ μόνος αἰ<τ>ητὴς οὐρανὸν βαίνω (485) καὶ κατοπτεύω πάντα.

ἔστιν δὲ τοῦ λόγου ἥδε ἡ κλῆσις·
[Γ] ένεσις πρώτη τῆς ἐμῆς γενέσεως· αεηιουω, ἀρχὴ τῆς ἐμῆς ἀρχῆ<ς> πρώτη πππ ςςς φρ [·],
πνεῦμα πνεύματος, τοῦ ἐν ἐμοὶ πνεύματος (490) πρῶτον μμμ,
πῦρ, τὸ εἰς ἐμὴν κρᾶσιν τῶν ἐν ἐμοὶ κράσεων θεοδώρητον, τοῦ ἐν ἐμοὶ πυρὸς πρῶτον ηυ ηια εη,
ὕδωρ ὕδατος, τοῦ ἐν ἐμοὶ ὕδατος, πρῶτον ωωω ααα εεε,
οὐσία γεώδης τῆς ἐν ἐμοὶ οὐσίας γεώδους πρώτη (495) υη υωη,
σῶμα τέλειον ἐμοῦ τοῦ δεῖνα τῆς δεῖνα, διαπεπλασμένον ὑπὸ βραχίονος ἐντίμου καὶ δεξιᾶς χειρὸς ἀφθάρτου ἐν ἀφωτίστῳ καὶ διαυγεῖ κόσμῳ, ἔν τε ἀψύχῳ καὶ ἐμψυχωμένῳ υηι αυι ευωιε.

ΦΡΕΑΝΤΛΟΥΣ ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΙΣ(475) Ἔσο εὐμενὴς εἰς ἐμέ, Ἀθηνᾶ καὶ Ψυχή, τὸν γράφοντα τὰ ἀνεκτίμητα, τὰ μὴ πωλούμενα, τὰ μόνον προφορικῶς δυνάμενα νὰ παραδωθῶσι μυστήρια, ὡς μόνον δὲ καρπὸν ἀξιοῦντα τὴν ἀθανασίαν, μύσται τῆς ἰσχύος μου αὐτῆς (χρειάζεται ὦ θύγατερ, νὰ λάβῃς (480) ἐκχυλίσματα βοτάνων καὶ οὐσιῶν ἐξ ἐκείνων τῶν ὁποίων θὰ σοῦ ἀποκαλύψω εἰς τὸ τέλος τῆς ἱερᾶς μου συγγραφῆς), τὴν ὁποίαν ὁ θεὸς Ἥλιος-Μίθρας μὲ διέταξε νὰ μεταδώσω μέσῳ τοῦ ἀρχαγγέλου του, καθ' ὅτι ἐγὼ ὡς μοναχικὸς ἀετὸς πετῶ ἐν τῷ οὐρανῷ (485) καὶ κατοπτεύω τὰ πάντα.
Καὶ ἡ ἐπίκλησις ταύτη τοῦ λόγου οὔτως ἔχει:
Ὦ, πρώτη γένεσις τῆς γενέσεώς μου: αεηιουω.
Ὦ, πρωταρχὴ τῆς ἀρχῆς μου πππ ςςς φρ [·].
Ὦ, πρωταρχικὸν πνεῦμα τοῦ πνεύματος, τοῦ εὑρισκομένου εἰς τὸ ἐσώτερον πνεῦμα μου μμμ.
Ὦ, πρωταρχικὸν πῦρ τοῦ έσωτερικοῦ μου πυρός, τὸ ὁποῖον περιέχεσαι εἰς τὸ κρᾶμα τῶν ἐσωτέρων μου κράσεων, δωρηθὲν ἐκ θεοῦ ηυ ηια εη.
Ὦ, πρωταρχικὸν ὕδωρ τοῦ ὕδατος, ἐκ τοῦ εὐρισκομένου ἐντὸς μου ὕδατος ωωω ααα εεε.
Ὦ, πρωτογενὴς χοϊκὴ ὑπόστασις, τῆς ἐσωτέρας μου πρωτογενοῦς χοϊκῆς οὐσίας (495) υη υωη.
Ὦ, σῶμα μου τοῦ ..., υἱοῦ τῆς .... (ἤ μήπως ἐνν. διαζευκτ. ὄνομα ἄρρενος ἤ θήλεος;), πλασμένον ὑπὸ σεβασμίου βραχίονος καὶ ἀφθάρτου δεξιᾶς χειρὸς, ἐντὸς κόσμου μὴ ἔχοντος εἰσέτι φωτισθεῖ καὶ φωτιζομένου μέσῳ ἄλλης πηγῆς φωτός, ἐντὸς κόσμου μὴ ἔχοντος ὑποστεῖ ψυχογονίαν, ἀλλὰ καὶ κόσμου φιλοξενοῦντος ψυχάς. υηι αυι ευωιε.

ΦΡΕΑΝΤΛΟΥΣ ΣΗΜΕΙΩΣΕΙΣ: Πρόνοια ἤ Προναία Ἀθηνᾶ, ἀλλὰ καὶ Προφητεία «τοὖπος τὸ θεόπροπον ἡμῖν τᾶς παλαιφάτου προνοίας», Σοφοκλ. Τρωάδες, 823.
αἰήτης κατὰ τὸ δωρ. αἰητὸς (ἀετός), κατὰ Πορφύριον ἐν De abstinentia 4.16, ἐνδεχομένως ΑΕΤΟΣ πρόκειται περὶ ἑνὸς μὴ μιθραϊκοῦ μυστικοῦ βαθμοῦ.

Δεν υπάρχουν σχόλια: