Κλεάνθης Φανίου Ἄσσιος. Οὗτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. Ἀφικόμενος δ᾽ εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθά φασί τινες, καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων.
Διεβοήθη δ᾽ ἐπὶ φιλοπονίᾳ, ὅς γε πένης ὢν ἄγαν ὥρμησε μισθοφορεῖν· καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθ᾽ ἡμέραν δ᾽ ἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντλης ἐκλήθη.
Φασὶ δ᾽ αὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ· ἔπειτ᾽ ἀποφυγεῖν, τόν τε κηπουρὸν μάρτυρα παρασχόντα παρ᾽ ὃν ἤντλει, καὶ τὴν ἀλφιτόπωλιν παρ᾽ ᾗ τὰ ἄλφιτα ἔπεττεν. Ἀποδεξαμένους δ᾽ αὐτὸν τοὺς Ἀρεοπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. Φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπ᾽ ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα· ἐφ᾽ ᾧ κρότῳ τιμηθῆναι ὑπ᾽ Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. Ἐθαυμάσθη δὴ οὖν καὶ διὰ τόδε. Φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ· τὸν δ᾽ εἰπεῖν, ἀντλῶ γὰρ μόνον; τί δ᾽; οὐχὶ σκάπτω; τί δ᾽; οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα; καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. Καί ποτ᾽ ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι, Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτ᾽ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δ᾽ ἔχοντες ὅθεν τραφήσονται παρ᾽ ἑτέρων ἐπιζητοῦσι τὰ ἐπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες. Ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο.
Ὴν δὲ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως· τίς δ᾽ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν, μωλύτης ἐπέων φίλος Ἄσσιος, ὅλμος ἄτολμος; Καὶ σκωπτόμενος δ᾽ ὑπὸ τῶν συμμαθητῶν ἠνείχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον. Καί ποτ᾽ ὀνειδιζόμενος ὡς δειλός, διὰ τοῦτο, εἶπεν, ὀλίγα ἁμαρτάνω.
Προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκεῖνοι τὴν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι σκάπτων. Πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν· ὧν ἀκούσας Ἀρίστων, τίνι, ἔφη, ἐπιπλήττεις; Καὶ ὃς γελάσας, πρεσβύτῃ, φησί, πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή. Εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, παῦσαι, ἔφη, καὶ μὴ ψέγε· εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ. καὶ ὁ Ἀρκεσίλαος, οὐ κολακεύομαι, φησί. πρὸς ὃν ὁ Κλεάνθης, ναί, ἔφη, σὲ κολακεύω φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.
Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, τὸ τῆς Ἠλέκτρας, ἔφη, σῖγα, σῖγα, λεπτὸν ἴχνος.
Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν δ `, αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος. Φησὶ δ᾽ ὁ Ἑκάτων ἐν ταῖς Χρείαις, εὐμόρφου μειρακίου εἰπόντος, εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει, ἔφη, σὺ μὲν τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον· αἱ δ᾽ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα. Μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται· τοῦ δ᾽ ἐπινεύσαντος, διὰ τί οὖν, εἶπεν, ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνῃ;
Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα, οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ, ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος· ἐφ᾽ ᾧ ἀγασθέντες οἱ ἀκροαταὶ τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. Μεταγινώσκοντα δ᾽ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δ᾽ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν. Ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι. Λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. Ὡς δ᾽ ἀπιὼν ἐκεῖνος ἔπταρεν, ἔχω, εἶπεν, αὐτόν, ὁ Κλεάνθης, μαλακός ἐστι. Πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα, οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς.
Ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας, Κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω. Τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δ᾽ ὢν ἐξίσχυσε, πολλῶν καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν.
Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε·
Περὶ χρόνου,
Περὶ τῆς Ζήνωνος φυσιολογίας δύο,
Τῶν Ἡρακλείτου ἐξηγήσεις, τέσσαρα,
Περὶ αἰσθήσεως,
Περὶ τέχνης,
Πρὸς Δημόκριτον,
Πρὸς Ἀρίσταρχον,
Πρὸς Ἥριλλον,
Περὶ ὁρμῆς δύο,
Ἀρχαιολογία,
Περὶ θεῶν,
Περὶ γιγάντων,
Περὶ ὑμεναίου,
Περὶ τοῦ ποιητοῦ,
Περὶ τοῦ καθήκοντος τρία,
Περὶ εὐβουλίας,
Περὶ χάριτος,
Προτρεπτικός,
Περὶ ἀρετῶν,
Περὶ εὐφυΐας,
Περὶ Γοργίππου,
Περὶ φθονερίας,
Περὶ ἔρωτος,
Περὶ ἐλευθερίας,
Ἐρωτικὴ τέχνη,
Περὶ τιμῆς,
Περὶ δόξης,
Πολιτικός,
Περὶ βουλῆς,
Περὶ νόμων,
Περὶ τοῦ δικάζειν,
Περὶ ἀγωγῆς,
Περὶ τοῦ λόγου τρία,
Περὶ τέλους,
Περὶ καλῶν,
Περὶ πράξεων,
Περὶ ἐπιστήμης,
Περὶ βασιλείας,
Περὶ φιλίας,
Περὶ συμποσίου,
Περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ καὶ ἀνδρὸς καὶ γυναικός,
Περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν,
Περὶ χρειῶν,
Διατριβῶν δύο,
Περὶ ἡδονῆς,
Περὶ ἰδίων,
Περὶ τῶν ἀπόρων,
Περὶ διαλεκτικῆς,
Περὶ τρόπων,
Περὶ κατηγορημάτων,
Ταῦτα αὐτῷ τὰ βιβλία.
Καὶ τελευτᾷ τόνδε τὸν τρόπον· διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ᾽ εἰπόντα ἤδη αὐτῷ προωδοποιῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, ὀγδοήκοντα ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα. Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως· Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην· ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.
1 σχόλιο:
Δημοσίευση σχολίου